Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.414 Joseph. BJ 1.418 (English) >>Joseph. BJ 1.422

1.416ἀνακτίσας δὲ καὶ Ἀνθηδόνα τὴν παράλιον καταρριφθεῖσαν ἐν

-- --

πολέμῳ Ἀγρίππειον προσηγόρευσε· τοῦ δʼ αὐτοῦ φίλου διʼ ὑπερβολὴν εὐνοίας καὶ ἐπὶ τῆς πύλης ἐχάραξεν τὸ ὄνομα, ἣν αὐτὸς ἐν τῷ ναῷ κατεσκεύασεν. 1.417

Φιλοπάτωρ γε μήν, εἰ καί τις ἕτερος· καὶ γὰρ τῷ πατρὶ μνημεῖον κατέθηκεν πόλιν, ἣν ἐν τῷ καλλίστῳ τῆς βασιλείας πεδίῳ κτίσας ποταμοῖς τε καὶ δένδρεσιν πλουσίαν ὠνόμασεν Ἀντιπατρίδα, καὶ τὸ ὑπὲρ Ἱεριχοῦντος φρούριον ὀχυρότητι καὶ κάλλει διάφορον τειχίσας ἀνέθηκεν τῇ μητρὶ προσειπὼν Κύπρον. 1.418Φασαήλῳ δὲ τἀδελφῷ τὸν ἐν Ἱεροσολύμοις ὁμώνυμον πύργον, οὗ τό τε σχῆμα καὶ τὴν ἐν τῷ μεγέθει πολυτέλειαν διὰ τῶν ἑξῆς δηλώσομεν. καὶ πόλιν ἄλλην κτίσας κατὰ τὸν ἀπὸ Ἱεριχοῦς ἰόντων αὐλῶνα πρὸς βορέαν Φασαηλίδα ὠνόμασεν. 1.419

Παραδοὺς δʼ αἰῶνι τούς τε οἰκείους καὶ φίλους οὐδὲ τῆς ἑαυτοῦ μνήμης ἠμέλησεν, ἀλλὰ φρούριον μὲν ἐπιτειχίσας τῷ πρὸς Ἀραβίαν ὄρει προσηγόρευσεν Ἡρώδειον ἀφʼ ἑαυτοῦ, τὸν δὲ μαστοειδῆ κολωνὸν ὄντα χειροποίητον ἑξήκοντα σταδίων ἄπωθεν Ἱεροσολύμων ἐκάλεσεν μὲν ὁμοίως, ἐξήσκησεν δὲ φιλοτιμότερον. 1.420στρογγύλοις μὲν γὰρ τὴν ἄκραν πύργοις περιέσχεν, ἐπλήρωσεν δὲ τὸν περίβολον βασιλείοις πολυτελεστάτοις, ὡς μὴ μόνον τὴν ἔνδον τῶν οἰκημάτων ὄψιν εἶναι λαμπράν, ἀλλὰ καὶ τοῖς ἔξωθεν τοίχοις καὶ

-- --

θριγκοῖς καὶ στέγαις περικεχύσθαι τὸν πλοῦτον δαψιλῆ· πόρρωθεν δὲ μεγίστοις ἀναλώμασιν ὑδάτων πλῆθος εἰσήγαγεν καὶ βαθμοῖς διακοσίοις λευκοτάτης μαρμάρου τὴν ἄνοδον διέλαβεν· ἦν γὰρ δὴ τὸ γήλοφον ἐπιεικῶς ὑψηλὸν καὶ πᾶν χειροποίητον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.414 Joseph. BJ 1.418 (English) >>Joseph. BJ 1.422

Powered by PhiloLogic